Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 11.313 Joseph. AJ 11.318 (English) >>Joseph. AJ 11.324

11.316ἀπέβη δʼ οὐχ ὡς προσεδόκων· συμβαλὼν γὰρ βασιλεὺς τοῖς Μακεδόσιν ἡττήθη καὶ πολλὴν τῆς στρατιᾶς ἀπολέσας ληφθέντων αἰχμαλώτων αὐτοῦ τῆς μητρὸς καὶ γυναικὸς καὶ τῶν τέκνων ἔφυγεν εἰς Πέρσας. 11.317Ἀλέξανδρος δʼ εἰς Συρίαν παραγενόμενος Δαμασκὸν αἱρεῖ καὶ Σιδῶνος κρατήσας ἐπολιόρκει Τύρον, ἠξίου τε ἀποστείλας γράμματα πρὸς τὸν τῶν Ἰουδαίων ἀρχιερέα συμμαχίαν τε αὐτῷ πέμπειν καὶ ἀγορὰν τῷ στρατεύματι παρασχεῖν καὶ ὅσα Δαρείῳ πρότερον ἐτέλουν δῶρα τούτῳ διδόναι τὴν Μακεδόνων φιλίαν ἑλομένους· 11.318οὐ γὰρ μετανοήσειν ἐπὶ τούτοις. τοῦ δʼ ἀρχιερέως ἀποκριναμένου τοῖς γραμματοφόροις, ὡς ὅρκους εἴη δεδωκὼς Δαρείῳ μὴ βαστάζειν ὅπλα κατʼ αὐτοῦ, καὶ τούτους ἕως ἂν Δαρεῖος ἐν τοῖς ζῶσιν μὴ παραβήσεσθαι φήσαντος, 11.319ἀκούσας Ἀλέξανδρος παρωξύνθη, καὶ τὴν μὲν Τύρον οὐκ ἔκρινεν καταλιπεῖν ὅσον οὐδέπω μέλλουσαν αἱρεῖσθαι, παραστησάμενος δὲ ταύτην ἠπείλει στρατεύσειν ἐπὶ τὸν τῶν Ἰουδαίων ἀρχιερέα καὶ διδάξειν πάντας, πρὸς τίνας δὴ αὐτοῖς φυλακτέον τοὺς ὅρκους· 11.320ὅθεν πονικώτερον χρησάμενος τῇ πολιορκίᾳ λαμβάνει τὴν Τύρον. καταστησάμενος δὲ τὰ ἐν αὐτῇ ἐπὶ τὴν τῶν Γαζαίων πόλιν ἦλθεν καὶ τήν τε Γάζαν καὶ τὸν ἐν αὐτῇ φρούραρχον ὄνομα Βαβημάσιν ἐπολιόρκει. 11.321

Νομίσας δὲ καιρὸν ἐπιτήδειον ἔχειν Σαναβαλλέτης τῆς ἐπιβολῆς Δαρείου μὲν ἀπέγνω, λαβὼν δὲ ὀκτακισχιλίους τῶν ἀρχομένων ὑπʼ αὐτοῦ πρὸς Ἀλέξανδρον ἧκεν καὶ καταλαβὼν αὐτὸν ἀρχόμενον τῆς Τύρου πολιορκίας, ὧν τε αὐτὸς ἄρχει τόπων ἔλεγεν αὐτῷ παραδιδόναι τούτους καὶ δεσπότην αὐτὸν ἡδέως ἔχειν ἀντὶ Δαρείου τοῦ βασιλέως.



Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 11.313 Joseph. AJ 11.318 (English) >>Joseph. AJ 11.324

Powered by PhiloLogic